104BC Pathyris r ἔτους ιγ´ τοῦ καὶ ι´ Φαρμοῦθι ε´ ἐν Παθύρει ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου. ὁμολογεῖ Χαιρήμων Πανίσκου τῶν ἀπὸ Κροκοδίλων πό(λεως) μισθο- φόρων ἱππέων ἀπέχειν παρὰ Παοῦτος τοῦ Ὥρου τὸ ἐπιβάλλον αὐτῷ μέρος δανείου οὗ ἔθετο Πατοῦς Ὥρου ὁ τῆς μητρὸς αὐτοῦ Ταρεήσιος πατρος ἐπὶ τοῦ ἐν Κροκοδί(λων) πό(λει) ἀρχείου χα(λκοῦ) (δραχμὰς) ͵Ε καὶ τοὺς τούτων τοκου· ὃς καὶ παρὼν ἐπὶ τοῦ ἀρχείου ὁ Χαιρήμων ἀνομολογήσατο ἀπέχειν καὶ μὴ ἐπικαλεῖν περὶ τοῦ μέρους δανείου τρόπωι μηδενί, τὴν δὲ ἡμιολίαν ἀφικέναι. Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρη(μάτικα). v ἐπίλυ(σις) Παους Ὥρου παρὰ Χαιρήμω(νος).