104BC Pathyris [βασιλ]ευόντων Κλεοπάτρας καὶ βασιλέως Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξαν τοῦ υἱοῦ θεῶν Φιλομητόρων [ἔτου]ς̣ ιγ̣´ το̣ῦ καὶ ι´ ἐφʼ ἱ̣ερέων <καὶ ἱερειῶν> καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν μηνὸς Παῦνι κε̣´ ἐν Παθύρει ἐφʼ Ἑρμίου [τοῦ π]α̣ρὰ Παν̣ίσκου ἀ̣γορανόμου. ἀ̣πέδ̣οτο Θαῖβις Φίβιος Περσίνη̣ ὡ̣ς (ἐτῶν) νη´ μέση μελίχρω(ς) στρογγυλοπρόσω(πος) εὐ̣θύριν ὑπόσκνιφος, μετὰ κυ- ρ̣ίου τοῦ ἑαυτῆ̣ς συνγενοῦς Παους πρεσβυτερος Πατοῦτος τοῦ Φαγώνιος Πέρσου ὡς (ἐτῶν) λε´ μέσου μελίχρω(τος) μ̣α̣κροπροσώ(που) εὐθυρίνου οὐλὴ κνήμῃ ἀριστερόν, ἀπὸ τοῦ ὑπάρχ̣ο̣ντος αὐτῇ ἐδάφος φοινικῶνος φυο̣μένων κ̣αὶ τῶν συνκυρό̣ντ̣ων πάντων, τῆς οὔσης ἐν τῷ ἀπὸ ἀπηλιώ(του) μέρει Παθύρεως ἐκτὸς δ̣ι[ώρ]υγος, τὸ ἐπιβάλλον Πασῆμι τῶι νεωτέρῳ μου υἱῶι ἕκτον μέρος, οὗ γείτονες νότου καὶ ἀπηλιώ(του) [τ]ὸ̣ [λοι]π̣ὸν φοινικῶνος αὐτῆς, βορρᾶ Γούνσιος τοῦ Θοτομοῦτος, λιβὸς διῶρ̣υξ, ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν· [τοῦτο] δʼ ἔστιν πεπραμένον διὰ τὸ μὴ ποιῆσαι τὰ ἑσταμένα. ἐπρίατ̣ο̣ Πανοβ̣χοῦνις Νεχούτου ὡς (ἐτῶν) με´ [χαλ]κοῦ τάλαντον ἓν̣ δραχμὰς δισχιλίας . προπωλήτρια καὶ βεβαι̣ώ̣τρια τῶν κατὰ τὴν ὠνὴν ταύτην [πάν]των Θαῖβις ἡ ἀποδομένη, ὁ̣ν ἐδέξατο Πανοβχοῦνις ὁ πριάμενος. Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρη(μάτικα).