keiner

Modal Title

This is a modal dialog created using the <dialog> element and Tailwind CSS.


      
1
TM: 71 HGV: 71 DDB: p.grenf;2;27
Material: Papyrus
Datierung: -0103-12-10
Ort: Pathyris
Subjekt: Vertrag Darlehen Geld

Texts

103BC Pathyris  
r
ἔτους ιε´ τοῦ καὶ ιβ´ Ἁθὺρ κδ´ ἐν Παθύρει 
ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου. 
ἐδάνεισεν Πετεαρσεμθεὺς Νεχούτου 
Πέρσης Πετεαρσεμθεῖ καὶ Πετεσουχος των 
Πανοβχούνιος τοῦ Τοτοηοῦς τοῖς δυσὶν  
Περσαι τῆς ἐπιγονῆς χαλκοῦ νομίσμα-
τος δραχμὰς πεντακισχιλίας ἑκατὸν  
ἄτοκα. τὸ δὲ δάνειον τοῦτο ἀποδότωσαν 
οἱ δεδανεισμένοι Πετεαρσεμθεῖ ἐν μ(ηνὶ) 
Φαρμοῦθι τοῦ ιε´ τοῦ καὶ ιβ´ (ἔτους). ἐὰν δὲ μὴ 
ἀποδῶσιν ἐν τῷ ὡρισμένωι χρόνωι 
ἢ μὴ ποιῶσιν καθʼ ἃ γέγραπται, ἀποτεισά-
τωσαν ἐν τῷ ἐχομένῳ μ(ηνὶ) παραχρῆ-
μα τα <δραχμὰς> τοῦ χα(λκοῦ) ͵Ερ´ ἡμιόλιον καὶ τοῦ 
ὑπερπεσόντος χρόνου τόκους β´ (δραχμὰς) 
τῆς μνᾶς τὸν μῆνα ἕκαστον. τοῦτο 
δʼ ἐστὶν τὸ δάνειον ὃ ἐγγυγυησας Ὡρωι 
τοῦ Παοῦτος πρὸς Πακοῖβιν Πετεαρσεμθέ(ως) 
ἀπὸ χα(λκοῦ) (ταλάντου) α´ (δραχμῶν) ͵Εσ´. ἔγγυοι ἀλλήλων εἰς 
ἔκτισιν τῶν διὰ τοῦ δανείου τούτου πάν-
των αὐτοὶ οἱ δεδανεισμένοι. ἡ δὲ πρᾶξεις ἔσ-
τω Πετεαρσεμθεῖ ἐκ τῶν δεδανεισμένων 
καὶ ἐξ ἑνὸς καὶ ὁποτέρου αὐτῶν καὶ ἐξ [οὗ] 
ἂν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων 
αὐτοῖς πάντων, πράσσον(τι) καθάπερ ἐγ 
δίκης. 
paragraphos 
Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρη(μάτικα). 
v
δά(νειον) Πετεαρσεμθέως πρὸς 
Πετεαρσεμθεία καὶ 
Πετεσοῦ(χον) των Πανοβχού(νιος) 
χα(λκοῦ) (δραχμῶν) ͵Ερ´.   

Translations