keiner

Modal Title

This is a modal dialog created using the <dialog> element and Tailwind CSS.


      
1
TM: 74 HGV: 74 DDB: p.grenf;2;30
Material: Papyrus
Datierung: -0102-12-10
Ort: Pathyris
Subjekt: Vertrag Annullierung Rückzahlung eines Darlehens Geld

Texts

102BC Pathyris  
r
ἔτους ιϛ´ τοῦ καὶ ιγ´ Χοίαχ δ´ ἐν Πα-
θύρει ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου 
ἀγορανόμου. 
ἐπελύσατο Πετεαρσεμθεὺς 
καὶ Πετεσοῦχος των Πανοβχού(νιος) 
τοῦ Τοηοῦς καὶ τους τούτων ἀδε(λφοὶ) 
δάνειον χαλκοῦ (ταλάντων) β´ ἃ ἐδάνεισεν 
αὐτοῖς Πετεαρσεμθεὺς Ἀλμαφέως 
κατὰ συνγρα(φὴν) δα(νείου) τὴν ετεθεῖσαν ἐπὶ 
τοῦ ἐν Παθύρει ἀρχείου ἐν τῷ 
ιε´ τοῦ καὶ ιβ´ (ἔτει)· ὃς καὶ παρὼν 
ἐπὶ τοῦ ἀρχείου Πετεαρσεμθεὺς 
Ἀλμαφέως ἀνομολογήσατο 
<ἀπέχειν> παρὰ Πετεαρσεμθέως τοῦ 
Πανοβχού(νιος) καὶ τους τούτου ἀδε(λφῶν) 
τας τοῦ σημαινομενων χα(λκοῦ) (τάλαντα) β´, 
καὶ μὴ ἐπελεύσασθαι Πετεαρ-
σεμθεία μηδʼ ἄλλον τινὰ τῶν 
παρʼ αὐτοῦ ἐπὶ τὸν Πετεαρσεμθέα 
καὶ τοὺς ἀδελφοὺς μηδʼ ἐπʼ ἄλλον 
τινὰ τῶν παρʼ αὐτῶν. εἰ δὲ μή, 
ἥ τʼ ἔφοδος ἄκυρος ἔστω, καὶ προσ-
αποτεισάτω ὁ ἐπελθὼν ἐπίτ(ιμον) παρα-
χρῆμα χα(λκοῦ) (τάλαντα) ε´ καὶ ἱερὰ(ς) βα(σιλεῦσι) ἀργυρίου 
ἐπισήμου (δραχμὰς) ρ´, καὶ μηθὲν ἧσσον 
κύριον εἶναι κατὰ <τὰ> προγεγρα(μμένα). 
τοῦτου δʼ ἐστὶν τὸ ὀφείλημα 
ἃ ὤφειλεν Ἁρπὼς Παβῦτος καὶ τη 
τούτου γυναικει Ταρεησιος. 
Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρη(μάτικα). 
v
ἐπίλυσις <πρὸς> Πετεαρσεμθέα 
καὶ τοὺς ἀδε(λφοὺς) 
δα(νείου) χα(λκοῦ) (ταλάντων) β´ ἃ ἐδά(νεισεν) αὐτῶι Πετεαρσεμθε(ὺς) Ἀλμα(φέως).   

Translations