keiner

Modal Title

This is a modal dialog created using the <dialog> element and Tailwind CSS.


      
1
TM: 72 HGV: 72 DDB: p.grenf;2;28
Material: Papyrus
Datierung: -0103-12-11
Ort: Pathyris
Subjekt: Vertrag Annullierung eines Vertrags (Kauf Sicherung Land) Darlehen

Texts

103BC Pathyris  
r
ἔτους ιε´ τοῦ καὶ ιβ´ Ἁθὺρ κε´ ἐν Παθύρει ἐ[φ]ʼ Ἑρμίου 
τοῦ παρὰ Πανίσκου ἀγορανό[μ]ου. 
ἀφίσταται Σεννῆσις Ψενθώτ[ου] Περσίνη ὡς (ἐτῶν) κε´ 
ἐλασσω ἢ μέση μελί(χρως) κάκοψις με[τ]ὰ κυρίου ἑαυτῆς 
οἰκήου Θοτουτης «Ἐριενούπιος» ὡς (ἐτῶν) μ´ μέσος ὑπόκκινος 
ἀπὸ τῆς ἐωνημένης υπ αὐτῆς παρα Πετεαρσεμ-
θέως τοῦ Πανοβχού(νιος) (τετάρτης) μεριδα ἀμπελῶ(νος) συνφύτου καὶ 
τῶν φυομένων δένδρων καὶ [(πέμπτον)] μεριδα γῆς σιτο(φόρου) 
ἐν τῷ ἀπὸ βορρᾶ καὶ λι(βὸς) τοῦ ἀμπε[λ]ῶ(νος) συναπτουσαι 
ἐν τῇ ταινίᾳ Παθ(ύρεως), <ὑπαρχούσης αὐτῷ> καὶ τοῖς ἀδελφοῖς ἀδιαιρέτου, 
καὶ ὠνὴν τεθειται ἐπὶ τοῦ ἐν Παθ(ύρει) ἀρχείου ἐν τῷ ιγ´ 
τοῦ καὶ α´ (ἔτει) Μεσορὴ κγ´· ὧν γείτονες ν[ό]του μπελὼ(ν) Ταθώτιος, 
βορρᾶ γῆ Πατοῦτος τοῦ Ὥρου καὶ τῶ(ν) ἀδ[ε(λφῶν), ἀ]πηλι(ώτου) περίβολος 
τῶν ἀμπελώ(νων), λι(βὸς) περίχωμα πρὸς χα(λκοῦ) (τάλαντα) [.] ͵Εφ´· καὶ μὴ ἐπελεύ-
σασθαι Σεννῆσις μηδʼ ἄλλον τινὰ τ[ῶν] παρʼ αὐτῆς ἐπὶ 
τὸν Πετεαρσεμθεία μηδʼ ἄλλον μη[δέ]να τῶν παρʼ αὐτοῦ 
ἐπὶ τῶν ἄνω γεγρα(μμένων) πάντων. εἰ δὲ μή, ἡ ἔφοδος τῶι 
ἐπιπορευομένωι ἄκυρος ἔστω, κα[ὶ π]ροσαποτεισάτω 
ὁ ἐπελθὼν ἐπίτιμον παραχρῆμα (τάλαντα) ι´ καὶ ἱερὰς 
βασιλεῦσι ἀργυρίου ἐπισήμου δρα[χ]μὰς διακοσίας , 
καὶ μηθὲν ἧσσον κύρια ἔστω τὰ διομολογημένα. 
Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρη(μάτικα). 
v
ἔτους ιε´ τοῦ καὶ ιβ´ 
Ἁθὺρ κε´. 
ἀφίσταται Πετεαρσεμθευς 
{παρὰ} Σεννήσιος.   

Translations