Sale of Land, at the Office of the Agoranomus

Modal Title

This is a modal dialog created using the <dialog> element and Tailwind CSS.


      
1
TM: 4 HGV: 4 DDB: p.adl;;G5
Material: Papyrus
Datierung: -0108-05-28
Ort: Krokodilopolis (Pathyrites)
Subjekt: Vertrag (Kauf) Land Aruren Lage Geld Namen Beschreibung (Personen)

Texts

108BC Pathyris  
ἔτου̣ς θ´ Παχ(ὼν) ιβ´ 
ἀπέδοτο Ἑρμογέν̣ης 
Θέωνος Ὥρωι 
Νεχούθου γῆς 
ἀρού(ρας) ἓξ  χα(λκοῦ) (ταλάντων) ϛ´. 
seal 
βασιλευόντων Κλεοπάτρας καὶ Πτολεμαίου θεῶν Φιλομητόρων Σωτήρων ἔτους ἐνάτου ἐφʼ ἱερέως τοῦ ὄντος ἐν Ἀλ̣εξανδρεία[ι Ἀλεξάνδρου καὶ θεῶν] 
Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεοῦ Φιλ[ο]μήτορος κα̣[ὶ θεοῦ Φιλοπάτορος Νέου] 
καὶ θεοῦ Εὐεργέτου καὶ θεῶν Φιλομητόρων Σωτήρ̣ων, ἱεροῦ πώλου Ἴσιδος μεγάλης μητρὸς θεῶν, ἀθλοφόρου Βερενίκης Εὐεργέτ̣[ι]δος, κανηφ̣[όρου Ἀρσινόης Φιλαδέλφου,] 
ἱερείας Ἀρσινόης Φιλοπάτορος, τῶν <ὄντων καὶ> οὐσῶν ἐν Ἀλεξανδρείαι, ἐν δὲ Πτολεμαΐδι τῆς Θηβαΐδος ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρ̣[ο]υ τῶν ὄ[ντων καὶ οὐσῶν, μηνὸς] 
Παχὼν ιβ´ ἐν Κροκοδίλων πόλει ἐπὶ Σώσου ἀγορανόμου τῆς ἄνω τοπαρχίας τοῦ Παθυρίτου. 
ἀπέδοτο Ἑρμογένης Θέωνος Πέρσης τῆς ἐπιγονῆς ὡς (ἐτῶν) νε´ μέσος μελίχρως τετανὸς ἀναφάλακρος μακροπρόσω̣(πος) [ε]ὐ̣θύριν [οὐλὴ (?). 16.] 
λευκῷ ὀφθαλμῶι ἀριστερῶι ἀπὸ τῆς ὑπαρχούσ̣ης αὐτῶι γῆς ἠπείρου σιτοφόρου ἐ̣ν τῶι ἄνω πεδίωι Κ̣ρ̣[ο]κοδίλω̣ν̣ π̣ό̣λεως Θ̣ηβ̣[α]ΐ̣δ̣[ος το]ῦ̣ [Παθυρίτου νομοῦ πάν-]
των ἐν ἀ(ρο)ύ(ραις) λδ´ ἀρούρας ἕξ , ὧν γείτονες νότου γῆ Ἀέους ἧς κρα(τοῦσιν) οἱ Φιγήριος υἱοὶ, βορρᾶ γῆ Πετεσούχου τοῦ Πόρτιτος καὶ τῶν ἀ̣[δελ(φῶν), ἀπηλιώτου γῆ Ἰ̣σ̣ι̣δ̣ώ̣ρ̣ο̣υ̣] 
τοῦ Τεῶτος, λιβὸς γῆ Παχνούμιος τοῦ Πελαίου καὶ γῆ Πετεσούχου τοῦ Πόρτιτος καὶ τῶν ἀδελ(φῶν), ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν. [ἐπρίατο Ὧρος Νεχούθου Πέρσης] 
τῆς ἐπιγονῆς ὡς (ἐτῶν) λϛ´ μέσος μελίχρως ὑποκλαστὸς ἀναφάλανθος μακροπρόσω(πος) εὐθύρ(ιν) ὦς ἀρ(ιστερὸν) τετρη(μένον), χα(λκοῦ) (ταλάντων) ἕξ . προπωλητὴς [καὶ βεβαιωτὴς τῶν κατὰ τὴν ὠνὴν] 
πάντων Ἑρμογένης ὁ ἀποδόμενος, ὃν ἐδέξατο Ὧρος ὁ πριάμενος. Πανίσκος ὁ σὺν Σώσωι κεχρ̣η̣(μάτικα). 
Ἀπολλώνιος ὁ σὺν Νικομάχωι· κατατέθειται τὸ ἀντίγραφον ἐν τῆι βυβλιοθήκηι. (ἔτους) θ´ Παχὼν ιβ´.   

Translations