keiner

Modal Title

This is a modal dialog created using the <dialog> element and Tailwind CSS.


      
1
TM: 69 HGV: 69 DDB: p.grenf;2;25
Material: Papyrus
Datierung: -0103-09-11
Ort: Pathyris
Subjekt: Vertrag Kauf oder Tausch (Land) Bezugnahme auf einen demotischen Vertrag (Kauf Land)

Texts

103BC Pathyris  
ἔτους ιδ´ τοῦ καὶ ια´ Μεσορὴ κθ´ ἐν Παθύρει ἐφʼ Ἑρμίου 
τοῦ παρὰ Πανίσκου ἀγορανόμου. 
ὁμολογία ἣν ἑκόντες συνχωρήσαντες ἔθεντο πρὸς 
ἑαυτούς, καθʼ ἣν ὁμολογεῖ 
Νεχθανοῦπις Πατσεοῦτος Πέρσης ὡς (ἐτῶν) ν´ συνκεχω-
ρηκέναι Πετεαρσεμθεῖ Πανοβχούνιος καὶ τοῖς 
ἀδελφοῖς Πετεσουχος καὶ Φαγωνις καὶ Ψεννησις 
ἀπὸ τῆς σφραγῖδος γῆς σιτοφόρου ἐν τῷ περὶ Πάθυ(ριν) 
πεδίωι ἐν τῷ ἀπὸ βορρᾶ μέρει, ἧς ἐωνήσατο παρὰ 
Παοῦτος τοῦ Ὥρου ἐν τῷ ια´ του καὶ η´ (ἔτει), ἄρουραν 
μια ἥμισυ τέταρτον  κατʼ ὠνὴν Αἰγυπτίαν ἥν ἔθε-
το διʼ Ἐσπνούθιος Αἰγυπτίου μονογράρου Κροκο-
δίλων πόλεως Τνεφερῶτι τῇ τοῦ Νεχθανουπι 
γυναικεὶ ἀντὶ τῆς παρακεχωρημένης ἐν τῆι 
ἄνω φραγιδος ἀρουραν μια ἥμισυ τέταρτον  ὑφʼ ἡ-
μῶν· καὶ μὴ ἐπελεύσασθαι Νεχθανοῦπιν μηδʼ ἄλλον 
μη[δ]ένα τῶν παρʼ αὐτοῦ ἐπὶ τὸν Πετεαρσεμθεία 
καὶ τοὺς ἀδελφοὺς μηδʼ ἄλλον μηδένα τῶν παρʼ αὐ-
[τ]ῶν περὶ τῶν ἄνω παρακεχωρημένων. εἰ δὲ μὴ, 
ἥ τʼ ἔφοδος τῶι ἐπιπορευομένωι ἄκυρος ἔστω, καὶ 
προσαποτεισάτω ὁ ἐπελθὼν ἐπίτιμον παραχρῆ-
μα χαλκοῦ τάλαντα δέκα  καὶ ἱερὰς βασιλεῦσι ἀργυ-
ρίου ἐπισήμου δραχμὰς διακοσίας  καὶ μηθὲν ἧσσον 
ἐπάναγκον αὐτοῖς ἔστω ποιεῖν κατὰ <τὰ> προγεγραμ-
μένα. 
Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρη(μάτικα).   

Translations