keiner

Modal Title

This is a modal dialog created using the <dialog> element and Tailwind CSS.


      
1
TM: 70 HGV: 70 DDB: p.grenf;2;26
Material: Papyrus
Datierung: -0103-12-10
Ort: Pathyris
Subjekt: Vertrag Epilysis Darlehen Geld das Darlehen war vorgeschossen worden

Texts

103BC Pathyris  
r
ἔτους ιε´ τοῦ καὶ ιβ´ Ἁθὺρ κδ´ ἐν Παθύρει ἐφʼ Ἑρμίου 
τοῦ παρὰ Πανίσκου ἀγορανόμου. 
ὁμολογεῖ Ὧρος Παοῦτος Πέρσης τῆς ἐπιγονῆς 
συνλελύσθαι Πετεαρσεμθεῖ καὶ Πετεσούχωι 
καὶ Ψεννήσει καὶ Φαγώνι, τοῖς δ´ των 
Πανοβχούνιος των Ταρεήσιος τῆς Πατοῦ-
τος τῆς Παοῦτος μητρὸς τοῦ προγεγραμμένου 
πατρὸς Ὥρου, ἀπέχειν καὶ μὴ ἐπικαλεῖν 
περὶ ὀφειλήματος συναλλαγμάτων «Αἰγυ-
πτίων» καὶ Ἑλληνικῶν ἃ ἐξέτεισε Παοῦς 
του Ὥρου πατρος καὶ ὁ αὐτὸς Ὧρος εἰς τὸν 
Ταρεήσιος λόγον τῆς αὐτοῦ μητρὸς τοῖς 
δανεισταῖς Χαιρήμω[ν]ι καὶ Ἐ[σ]θλαδᾷ καὶ 
Πνηφιος γυνὴ καὶ ἀδελφῇ· καὶ μὴ ἐπελ[ε]ύσασ-
θαι Ὡρος μηδʼ {επ} ἄλλον μηδένα τῶν παρʼ αὐτοῦ 
ἐπὶ τὸν Πετεαρσεμθεία καὶ τοὺς ἀδελφοὺς 
μηδʼ ἐπʼ ἄλλον μηδένα τῶν παρʼ αὐτῶν. εἰ δὲ 
μή, ἥ τʼ ἔφοδος τῶι ἐπιπορευομένωι ἄκυρος 
ἔστω, καὶ προσαποεισατωι ὁ πελθῶν 
ἐπίτιμον παραχρῆμα χα(λκοῦ) (τάλαντα) ε´ καὶ ἱερὰς 
βασιλεῦσι ἀργυρίου ἐπισήμου (δραχμὰς) ρ´, καὶ μη-
θὲν ἧσσον ἐπάναγκον αὐτοῖς ἔστω ποιεῖν 
κατὰ <τὰ> προγεγραμμένα. 
ὃ συνεπικελευούσης τῆς τούτων μητρὸς Θρῆρις 
τῆς Παῶτος συνευδοκοῦντες τῶν προγεγρα(μμένων). 
Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρη(μάτικα). 
v
ἐπίλυσις Πετεαρσεμθέως καὶ τους 
ἀδελφους .   

Translations