99BC Pathyris βασιλευόντων Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδ̣ρ̣ου καὶ Β[ερ]ε̣νίκ̣ης̣ τ̣ῆ̣[ς ἀδελφῆς] θεῶν Φιλομητόρων ἔτους ιϛ´ ἐφʼ ἱερείων καὶ ἱερειῶν καὶ κα̣ν̣η̣φ̣ό̣ρ̣ο̣[υ τ]ῶν ὄντων̣ καὶ̣ ο[ὐσῶν] μηνὸς Ἁθὺρ ε´ ἐν Παθύρει ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγο̣ρ̣α̣νόμο[υ]. ἀπέδοτο Ψενενοῦπις Πόρτιτος Πέρσης ὡς (ἐτῶν) ν´ ἐλάσσωι ἢ μέσο[ς με]λ̣άνχ̣ρ(ως) στ̣ρογγυ̣[λοπρ(όσωπος)] εὐθύριν ἀπὸ τῆς ὑπαρχούσης αὐτῶι τε καὶ τοῖς με(τόχοις) ἀ̣δι(αιρέτως) τὸ ἐπιβάλλ[ο]ν̣ αὐτῶι ἀρού(ρας) ????. γείτονες τῆς ὅλης γῆς νότου̣ Πατσεοῦτος τοῦ Φίβιος, βορρᾶ ἡ̣ λοιπ̣ὴ̣ γ̣ῆ αὐτοῦ, ἀπηλ[ιώ(του)] ποταμός, λιβὸς ὁδὸς τῶν ὄχλων, ἢ οἳ ἂν ὦσιν γε̣ίτονες πάντοθεν. [ἐ]πριτο Καλῖβ̣[ις] Πε̣τεμαρσνούφιος Περσίνη ὡς (ἐτῶν) κ´ μέση μελίχ̣ρ̣ω̣ς ὑπ[ο]κ̣λαστὸς μακρο[πρ(όσωπος)] εὐθύριν χαλκοῦ νομίσματος ταλάντου ἑνός . προ̣π̣[ωλ]η̣τὴ̣[ς κ]α̣ὶ βεβαιωτὴς̣ τ̣ῶ̣ν κ̣α̣τ̣ὰ̣ τὴν ὠνὴν ταύτη̣ν̣ πάντων Ψενενο̣ῦ̣[πις ὁ ἀπο]δ̣όμενος, ὃν ἐδέξατο Καλῖβις ἡ πριαμένη. Ἑρμίας κεχρη(μάτικα).