Ackerkauf

Modal Title

This is a modal dialog created using the <dialog> element and Tailwind CSS.


      
1
TM: 78 HGV: 78 DDB: p.koeln;1;50
Material: Papyrus
Datierung: -0099-06-16
Ort: Pathyris
Subjekt: Urkunde (Verkauf von Ackerland agoranomische Doppelurkunde mit Innen- und Außenschrift) genaue Personenbeschreibung Lagebeschreibung Namen (Käufer Verkäufer) Kaufpreis

Texts

99BC Pathyris  
ὠνὴ Πανοβχού(νιος) 
Τοτο̣ήους, γῆ̣ σ̣φρα(γίδων) δ´ 
μ̣ιᾶς  μὲν ἐν̣ τ̣ῷ ἀ̣π̣ὸ λι(βὸς) 
πεδίωι, ἀλλας 
ἐν Τεμ̣ράθει, 
ὁν κ<αὶ> καυτὸς ἐ̣ωνήσατο̣ 
παρ(ὰ) Τβοκενού(φιος) καὶ 
Ταθώ(τιος) τῶν Πατῆτος 
τοῦ Κα̣λλίου ἐν τῷ γ´ (ἔτει) 
Χοιὰχ ια´ ἐπὶ τοῦ ἐν Διὸς 
πό(λει) τῇ μεγάληι ἀρχείου 
ἐπʼ Ἀπολλω(νίου) ἀγορα(νόμου). ἐπρίατο 
Πετεαρσεμθεὺς 
Πακοίβιος ἱερεὺς 
χα(λκοῦ) (ταλάντων) β´. 
βασιλεύοντος Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου καὶ Βερενίκης τῆς ἀδελφῆς θεῶν Φιλομητόρων ἔτους ιε´ 
ἐφʼ ἱερείων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν μηνὸς Παῦνι γ´, ἐν Παθύρει ἐφʼ Ἑρμίου τοῦ παρὰ 
Πανίσκου ἀγορανόμου. ἀπέδοτο Πανοβχοῦνις Τοτοήους Πέρσης, τῆς ἐπιγονῆς, ὡς (ἐτῶν) ξ´, ἐλάσσω ἢ μέσος, 
μελίχρως, τετανός, μακροπρόσω(πος), εὐθύριν, ὦτα μεγάλα, τὴν ὑπάρχουσαν αὐτῷ μερίδα γῆς σιτοφόρου ἀδ[ι]αιρέτου 
ἐν τῷ περὶ Παθῦρειν πεδίωι σφραγίδων τεσσάρων , ἀρουρῶν ὅσων ἂν ὦσι, μιᾶς  μὲν γείτονες νότου γῆ Πατοῦτος 
τοῦ Φίβιος, βορρᾶ γῆ Πελαίου νεωτέρου τοῦ Φίβιος, ἀπηλιώτου γῆ Κολλούθου τοῦ Φίβιος, λιβὸς ὄρος, τὴν δʼ ἀλλην λεγομένης 
Τιαβωνις γείτονες νότου γῆ Χενσθώτου τοῦ Μελιπάιτος, βορρᾶ γῆ Παθώτου, ἀπηλιώ(του) γῆ Θράσωνος καὶ τῶν ἀδελφῶν, λιβὸς χῶμα, 
τῆς δʼ ἑτέρας νότου γῆ Τακοίμιος, βορρᾶ γῆ Χενσθώτου, ἀπηλιώ(του) γῆ Ἀείους, λιβὸς χῶμα προσαγορευόμενον Τοᾶ̣με, τὴν 
δʼ ἀλλην λεγομένης Πκρῶ νότου γῆ Σενπελαίας, βορρᾶ Πανᾶτος, ἀπηλιώ(του) ποταμός, λιβὸς Ἀραμείους, ἢ οἳ ἂν ὦσ[ι] γείτονες 
πάντων πάντοθεν, ὁν καὐτὸς ἐωνήσατο παρὰ Τβοκενουφις καὶ Ταθωτις τῶν Πατῆτος τοῦ Καλλίου ἐν τῷ γ´ (ἔτει) 
Χοιὰχ ια´, καὶ ὠνὴν τέθεικαν ἐπὶ τοῦ ἐν Διὸς πό(λει) τῆι μεγάληι ἀρχείου ἐπʼ Ἀπολλωνίου ἀγορανόμου. ἐπρίατο 
Πετεαρσεμθεὺς Πακοίβιος, ἱερεὺς Σούχου καὶ Ἀφροδίτης, ὡς (ἐτῶν) ν´ χαλκοῦ τάλαντα δύο . προπωλητὴς καὶ βεβαιωτὴς 
τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Πανοβχοῦνις ὁ ἀποδόμενος, ὃν ἐδέξατο Πετεαρσεμθεὺς ὁ πριάμενος. 
Ἑρμίας ὁ παρ(ὰ) Πανίσκου κεχρη(μάτικα). 
v
ἀ̣πὸ Πεπεαρσεμθ̣έ̣ω̣ς̣ Πανοβχ̣[ο](ῦνιν) Τοτοή̣ο̣υ̣ς̣ 
Πακοίβιος γῆς πρὸς σφρα(γίδων) δ´.   

Translations