Sale of Dovecot and Uncultivated Land

Modal Title

This is a modal dialog created using the <dialog> element and Tailwind CSS.


      
1
TM: 53 HGV: 53 DDB: p.ryl;4;581
Material: Papyrus
Datierung: -0121-03-31
Ort: Pathyris
Subjekt: Vertrag Kauf Taubenschlag Land

Texts

121BC Pathyris  
(ἔτους) κθ´ Φαμενὼθ ι̣[α]´ 
ἀπέδοτο Ἰσίδωρο[ς] 
Θέωνος ὃς καὶ Φαῆ(σις) 
Τεῶτος το ὑπά[ρ(χοντα)] 
αὐτῶι περι̣στερῶ(να) κ[αὶ] 
τοὺς προσόντα̣ς ψι̣ψι-
λοὺς τόπο[υς] του 
ὄντος ἐν τ[ῶι] ἀπὸ̣ 
βορρᾶ καὶ λιβ[ὸς] μ̣έ̣ρ̣[ει] 
Παθύ(ρεως). ἐπρίατ̣ο Ὧρ[ος] 
Νεχούθου 
[βασιλεύο]ντος Πτολεμαίου τοῦ Εὐεργέτου τοῦ Πτολεμαίου κ[αὶ] Κλεοπάτρας θεῶν Ἐπιφανῶν καὶ βασιλί̣σσης Κ̣λεοπ[άτρα]ς τῆ̣[ς ἀδελφῆς καὶ βασιλίσης Κλεοπά-]
[τρ]α̣ς τῆς γυναικὸς θεῶν Εὐεργετίδων `ἔτους μθ´´ ἐφʼ ἱερέως τοῦ ὄν[το]ς ἐν Ἀλεξανδρεία[ι] Ἀλεξάνδρου καὶ θεῶν Σωτήρω[ν] καὶ θ̣[εῶν . 5.] Ἀ̣δ[ελφῶν καὶ θεῶν Εὐεργε-]
[τῶ]ν̣ καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θε[οῦ] Εὐπάτορος καὶ θεοῦ̣ Φιλομήτορος καὶ θεῶν Εὐεργετῶ[ν, ἀ]θλοφό̣ρ[ου Βερενί]κη̣[ς Εὐεργέτιδος κανηφό-]
[ρου] Ἀρσινόης Φιλαδέλφου ἱερείας Ἀρσινόης Φιλοπάτορος τῶν [ὄν]των <καὶ οὐσῶν> ἐν Ἀλεξανδρείαι, ἐν δὲ Πτολεμαΐδι τῆς Θη[βαΐ]δος ἐ[φʼ ἱερέων καὶ ἱ]ε̣[ρειῶν καὶ κανη-]
[φ]όρου τῶν ὄντων καὶ οὐσῶν ἐν Πτολεμαΐδι τῆς Θηβ[αΐ]δος, μηνὸς Φαμενὼθ ια´, ἐν Κροκοδίλων πόλει ἐφʼ Ἡλιο[δώρου ἀγορ]α̣νό[μου τοῦ περὶ Θήβας.] 
ἀπ̣έδοτο Ἰσίδωρος Θέωνος ὃς καὶ Φαῆσις Τεῶτος Πέ̣[ρ]σης τῶν ἐκ Κροκοδίλων πόλεως μ[ι]σ̣θοφόρων ἱπ̣πέ[ων . 5. Π]α̣θυ̣[ρ ---] 
ὡς (ἐτῶν) ν´ μέσος μελίχρως κλαστὸς μακροπρόσωπο̣[ς εὐθύ]ριν ὑποχ[α]ρ̣ο[π]ὸς το ὑπαρχον αὐ̣τ̣ῶ̣ι περ̣ι̣σ̣τ̣ε[ρ]ῶν[α ---] 
γ[ε]γονισμένον κοχλιῶν δεκαδύο  καὶ τοὺς προσόν̣[τ]α̣ς ψιλοὺ̣ς τό̣π[ο]υς του ὄντος ἐν τ[ῆ]ι τα̣ι̣[νίαι ] καὶ λι[βὸς] 
μέρει Παθύρεως ὧν γείτονες νό[το]υ οἰκίαι Ὥρου τοῦ ὠν̣ουμένου, βορρᾶ κ[α]ὶ ἀπηλιώτου κ[αὶ] λιβὸς̣ [ῥύμη] βασιλ[ικὴ] 
ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν. ἐπ̣ρίατο Ὧρος Νεχ[ού]θου Πέρσης ὡς (ἐτῶν) λε´ μέσος μελίχρω̣ς ἀν[αφάλα]κ̣ρος μ[ακρο-]
πρόσωπος εὐθύριν ὦς ἀριστερὸν τετρημένον. προ[π]ωλητὴς καὶ βεβαιωτὴς τῶν κατ[ὰ τὴν ὠνὴν τ]αύτη[ν πάντων] 
Ἰσίδωρος ὃς καὶ Φαῆσις ὁ ἀποδόμενος ὃν ἐδέξατο Ὧ[ρο]ς ὁ πριάμενος. Ἡλιόδω(ρος) κεχρη(μάτικα).   

Translations