keiner

Modal Title

This is a modal dialog created using the <dialog> element and Tailwind CSS.


      
1
TM: 85 HGV: 85 DDB: p.lond;3;880
Material: Papyrus
Datierung: -0113-03-15
Ort: Pathyris
Subjekt: Vertrag Teilung und Schenkung von Land

Texts

113BC Pathyris 
[Reprinted from: .] pg8-9  
βασιλευόντων βασιλίσσης καὶ βασιλέως Πτολεμαίου θεῶν Φιλομητόρων Σωτήρων ἔτους δ´, 
ἐφʼ ἱερείως βασιλέως Πτολεμαίου θεοῦ Φιλομήτορος Σωτῆρος Ἀλε̣[ξ]άνδρου κα[ὶ] θεῶν Σω̣τήρων 
καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ 
Εὐπάτορος καὶ θεοῦ Φιλομήτορος καὶ θεοῦ Φιλοπάτορος Νέου καὶ θεοῦ Εὐεργέτου καὶ θεῶν 
[Φ]ιλομητόρων Σωτήρων, ἱεροῦ πώλου Ἴσιδος μεγάλης μητρ[ὸς] θεῶν ἀθλοφό[ρ]ου Βερενίκης 
[Ε]ὐεργέτιδος, κανηφόρου Ἀρσινόης Φιλαδέλφου, ἱερείας Ἀρσινόης Φι[λοπ]άτορος τ̣[ῶ]ν ὄντων 
ἐν Ἀλεξανδρείαι, ἐν δὲ Πτολεμαίδι τῆς Θηβαίδος ἐφʼ ἱερείω[ν] καὶ ἱερισσῶ[ν] καὶ κ̣α̣νη-
φόρου τῶν ὄντων καὶ οὐσῶν ἐν Πτολεμαίδι τῆς Θηβαίδος [μ]ηνὸς Μεχε[ὶρ] κζ´ ἐν Παθύρει 
ἐφʼ Ἡλιοδώρου ἀγορανόμου. ἑκ̣ό̣ν̣τ̣ες συνεγράψαντο. 
ὁμολογεῖ Τοτοῆς Πελαίου Πέρσης τῆς ἐπιγονῆς ὡς (ἐτῶν) [νε´ ἐ]λάσσω(ν) μελίχρως τετανὸς 
μακροπρόσωπος εὐ[θ]ύριν διειρῆσθαι τὰ ὑπάρχοντα [αὐ]τῶι ἔγγαια τοῖς ἑαυτοῦ 
υἱοῖς ἀπὸ μὲν τῆς ὑπ[α]ρχούσης αὐτῶι `καὶ τοῖς ἀδ(ελφοῖς)´ γῆς σιτοφόρου ἐν̣ [τ]ῶι περὶ Πάθυριν πεδίωι 
[δω]δεκάτην μ̣ε̣ρ̣ί̣δ̣[α ἀδ(ιαίρετον)] ⟦ἀρουρῶν π̣´⟧ `[ἀρουρ]ῶν π´´, ἧς γείτονες νότου χῶμ[α βα]σιλικὸν, βορρᾶ ὁδός, 
[ἀπηλ(ιώτου) ὁδὸς, λιβὸς διῶρυ]ξ Τελώνος, καὶ ἀπὸ τοῦ ἐπιβ[άλλον]τος αὐτῶι μέρους ἄλλης 
[σφραγῖδος καλουμένης] Πατήφιος γῆ (ἀρούρας) λϛ´ τὸ ἐπιβ[άλλ]ον (ἀρούρας) γ´, γείτονες τῆς ὅλης [γῆς] 
νότου γῆ Ἁρμώνθου, βορρᾶ γῆ Κολλούθου, ἀπηλιώτου περίχωμα, 
λιβὸς γῆ Πανοβχούνιος καὶ ἄλλων, ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν, 
Πανοβχούνει μὲν τῶι πρεσβυτέρωι υἱῶι αὐτοῦ μερίδας δύο , 
Ταελολοῦτι καὶ Σιεπμοῦτι τῶν Τοτοέους ταῖς ἑαυτοῦ θυγατράσιν 
μερίδα μίαν  τῶν δύο  σφραγίδων καὶ ἀπὸ ψιλοῦ τόπου τοῦ 
ὄντος ἐν τῆι μέσῃ ταινίᾳ Παθύρεως ὅ ἐστιν πήχεις στερεοῦ 
δύο ἥμισυ  οὗ γείτονες νότου οἰκία Ὥρου, βορρᾶ οἰκία Ψεννήσι[ο]ς, 
ἀπηλιώτου οἰκία Πατῆτος Θοτορταίου, λιβὸς πλατεῖα ὁδὸς τῶν θεῶν, 
ὧν εἶναι ἐν τῶι ἀπὸ βορρᾶ μέρει τοῦ ψιλοῦ τόπου, Πατῆιτι τῶι 
ἑαυτοῦ υἱῶι πῆχυν ἥμισυ , Πανοβχούνει τῶι πρεσβυτέρῳ υἱῶι 
πήχεις στερ`ε´οῦ δύο  καὶ ἀπὸ τῆς ἐντὸς τοῦ ὀχυρώματος οἰκία[ς] 
ὠικοδομένης Ταελολοῦτι καὶ Σιεπμοῦτι τὸ ἥμισυ ἧ̣ς μέτεστι τὸ ἄλλο (ἥμισυ) 
Πανοβχούνει καὶ μὴ ἐπελεύσασθαι ἕτερος ἐπὶ τὸν ἕτερον περὶ τῶν 
παρακεχωρημένων ἑκάστωι μερίδων, εἰ δὲ μὴ ἡ τʼ ἔφοδος τῶι 
ἐπιπορευομένῳ ἄκ`υ´ρ(ος) ἔστω καὶ προσαποτεισάτω ὁ παρασυνγρα(φῶν) 
[τοῖς βασιλεῦσι ἀργυ(ρίου)] (δραχμὰς) φ´ καὶ μηθὲν ἧσσον μενέτω κύρια 
[τὰ διωμολογημένα].   

Translations