Sale of Land, at the Office of the Agoranomus

Modal Title

This is a modal dialog created using the <dialog> element and Tailwind CSS.


      
1
TM: 16 HGV: 16 DDB: p.adl;;G16
Material: Papyrus
Datierung: -0099-05-22
Ort: Pathyris
Subjekt: Vertrag (Kauf) Land Lage Geld Namen Beschreibung (Personen)

Texts

99BC Pathyris  
βασιλευόντων Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου καὶ Βερενίκης τῆς ἀδελφῆς θεῶν Φιλομητόρων 
ἔτους ιε´ ἐφʼ ἱερείων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν μηνὸς Παχὼν η´ ἐν Παθύρει ἐφʼ Ἑρμίου τοῦ 
παρὰ Πανίσκου ἀγορανόμου. 
ἀπέδοτο Πατῆς Ποήρ̣ιος Πέρσης τῆς ἐπιγονῆς ὡς (ἐτῶν) με´ μέσος μελίχρω(ς) τετανὸς μακροπρόσω(πος) εὐθύριν οὐλὴ μετώ-
πωι ἐγ δεξιωι τὴν ὑπάρχουσαν αὐτῷ γῆν ἤπειρον σιτοφόρον ἀδιαιρετου τῆς οὐσης ἐν τῷ ἀπο βορρᾶ πεδίωι Παθύρεως 
σφραγίδων τρειῶν , ὁν κ(αὶ) αὐτὸς ἐωνήσατο παρὰ Πα-νᾶτος τοῦ Πατῆτος, μιᾶς  μὲν γείτονες νότου γῆ Πατήφιος τοῦ Πεμσάϊος 
βορρᾶ γῆ Πακοίβιος ἧς κρατοῦσιν οἱ Φίβιος τοῦ Πανεχάτου υἱοί, ἀπηλιώ(του) ὁδὸς βασιλική, λιβὸς γῆ Ψεμμώνθου τοῦ Π̣ανεχάτου, 
ἄλλης λεγομένης Φαμούνι̣ος νότου γῆ Παθώτου τοῦ Πατοῦτος, βορρᾶ γῆ Πατσεοῦτος τοῦ Φίβιος, ἀπηλιώ(του) ποταμός, λιβὸς γῆ 
λεγομένης Ἁροήριος ἧς ἀνὰ μ̣έσον ὁδός, ἄλλης λεγομένης Χῶμα, γείτονες νότου γῆ Ὀννώφριος τοῦ Ἰμούθου ἧς κρατεῖ Πετοσῖρις 
ἱερεὺς καὶ Εὔνους Πατσεοῦτ̣ος, βορραν Χε̣ναίβϊος τοῦ Πόρτιτος, ἀπηλιώ(του) διῶρυξ λεγομένη Τέλωνος, λιβὸς ὄρος, ἢ οἳ ἂν ὦσι γείτονες 
πάντοθεν. ἐπρίατο Ὧρος Ν[ε]χούτου ὡς (ἐτῶν) ν´ χαλκοῦ τάλαντα τέσσαρες . βεβαιωτὴς τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων 
Πατῆς ὁ̣ ἀποδόμενος, ὃν ἐ̣δέξατο Ὧρος ὁ πριάμενος. 
Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρη(μάτικα).   

Translations