98BC Pathyris ἔτους ιϛ̣´ Φαμεν̣[ὼθ .. ἐν Παθύρει] ἐφʼ Ἑρμίου τοῦ π̣[αρὰ Πανίσκου] ἀγορανόμου. ὁμολογεῖ Γαλάτης [Πελαίου σιδηρουρ-] γὸς `Πέρσης τῆς ἐπιγον̣[ῆς]´ ὀφείλειν Ὥρω̣[ι Νεχούτου Ἀρατρέους] Περσου σιδήρου μ[νᾶς Πτολεμαϊκὰς ὡς(?)] δισχιλίας ἑξα̣κ̣[οσίας τεσσαράκοντα] ἄτοκα· τὸ δὲ δάν[ειον τοῦτο ἀποδότω] ὁ δεδανεισμέν[ος τῶι δανείζοντι] ἐν μ(ηνὶ) Μεσορὴ λ´ τ̣[οῦ αὐτοῦ ιϛ´ (ἔτους)· ἐὰν] δὲ μὴ ἀποδῶι ἐν̣ [τῶι ὡρισμένωι] χρόνωι ἢ μὴ ποι̣[ήσηι καθὰ γέγραπται] ἀποτεισάτω ἐν τ[ῶι ἐχομένωι μηνὶ] παραχρῆμα̣ τὰ το̣ῦ̣ [σιδήρου μνᾶς] δισχιλίας χμ´ κ̣[αὶ ἐπίτιμον ἡμέρας] ἑκάστης ἧς ἐὰν̣ [μὴ ἀποδῶι τὸν] σίδηρον χα(λκοῦ) (δραχμὰς) σ´ τῆ̣[ς ἡμέρας ἑκάστης·] ἡ δὲ πρᾶξεις ἔστω̣ [Ὥρωι ἔκ τε αὐτοῦ] Γαλάτης καὶ ἐκ τ̣[ῶν ὑπαρχόντων] αὐτῷ πάντων π[ράσσοντι καθάπερ] ἐγ δίκης. Ἑρμίας ὁ̣ παρὰ Π[ανίσκου κεχρη(μάτικα)].