101BC Pathyris seal [βασιλε]ύοντος `βασιλευς´ Π̣τ̣[ολ]εμαίου τοῦ ἐ̣πι-καλουμέ̣ν̣ου Ἀλεξ̣άνδρου θ̣[εο]ῦ̣ Φιλ̣ο̣μ̣ή̣τ̣ο̣ρ̣ο̣ς̣ `καὶ βασιλ̣ι̣σσα Βερενίκη η ἀδελφηι θεῶν Φιλομητ̣όρων´ ἔ̣τ̣[ου]ς̣ [ιδ´] [ἐφʼ ἱερέ]ω̣ν καὶ ἱερειῶ[ν] καὶ κανηφόρο̣υ̣ τῶν ὄντων̣ κ̣αὶ οὐσῶν μηνὸς̣ Φαῶφι ι´ ἐ̣ν Παθύρει ἐφʼ Ἑρμίου [τοῦ πα]ρ̣ὰ Πανίσκου̣ ἀ̣γορανόμου. ἀπέδ̣ο̣το Κο̣λ̣λούθης Φαγήριος Πέρσης ὡ̣ς (ἐτῶν) λε´ μέσος μελίχρω(ς) τετα(νὸς) [μακρο]π̣ρόσω(πος(?)) εὐθύριν̣ [ὦ]ς̣ ἀριστερὸν τετ̣ρημένον τὸ ἐ̣ν̣λιπὸν αὐτῷ ἄπρατον μέρος γῆς ἠπείρου σιτοφόρου [σφρα]γ̣ίδων δύο̣ ἐ̣ν̣ τῷ π̣ε̣ρ̣[ὶ] Π̣α̣θύρειν πεδί̣ω̣ι̣ <ὑπαρχούσης αὐτῷ> καὶ τοῖς ἀδελφοῖς ἀδιαιρέ̣του, ἀπὸ ἀρουρῶν [ἑπτὰ ἀ]ρ̣ούρας τρ̣[εῖς · γε]ί̣τ̣ον[ες μι]ᾶ̣ς μὲν νότου̣ [γ]ῆ̣ Πατ̣ήφιος, βορρᾶ̣ γ̣ῆ Π[ακ]ο̣ίβιος διὰ τῶν Φίβιος [υἱῶν, ἀ]π̣ηλιώ(του) ὁδὸ̣[ς βασιλ]ι̣κή, λιβὸ̣[ς] γ̣ῆ Ψεμμών̣[θου τοῦ] Πανεχάτου καὶ τ̣[ῶν] μ̣ετόχων, τ̣ὴν δʼ ἄλλην [νότου γ]ῆ̣ Πακοίβιος̣, [βορρᾶ] γῆ Ταθώτιος, ἀπηλιώ(του) ὁδ[ὸς βα]σιλική, λιβὸς γῆ Πορεγέβ̣[θιο]ς̣ καὶ Παῶτος, ἢ οἳ ἂν [ὦσι γεί]τ̣ονες τῶν̣ [δύο ] σ̣φραγίδων. ἐπρίατο Ὧ̣[ρος] Ν̣εχούτου ὡς (ἐτῶν) ν´ χαλκοῦ̣ [τά]λ̣αντα τρεις δραχμὰς [δισχιλί(?)]ας . προπω̣[λητὴς] καὶ βεβαιωτὴς τῶν κα̣[τὰ τ]ὴ̣ν ὠνὴν ταύτην πά̣[ντ]ω̣ν Κολλούθης ὁ ἀποδό̣- [μενος, ὃ]ν̣ ἐδέξατ[ο Ὧρος ὁ] π̣ριάμενος. [Ἑρμί]ας ὁ̣ παρὰ Πανίσκου κεχρη(μάτικα).