Loan of Grain, at the Office of the Agoranomus

Modal Title

This is a modal dialog created using the <dialog> element and Tailwind CSS.


      
1
TM: 15 HGV: 15 DDB: p.adl;;G15
Material: Papyrus
Datierung: -0100-10-31
Ort: Pathyris (?)
Subjekt: Vertrag Darlehen Getreide Artaben Geld Namen Beschreibung (Personen)

Texts

100BC Pathyris  
r
[ἔτους ιε´ . 7. ἐν Παθύρει ἐφʼ Ἑρμίου τοῦ] 
[πα]ρ̣[ὰ Πανίσκου ἀγο]ρ̣[ανόμου. ἐδάνεισεν Ὧρος] 
Ὥ̣ρου Ὥρωι Νεχουτωι ὡς (ἐτῶν) ν̣´ [μέσος μελίχρως] 
ὑπ̣ο̣κλαστὸς ἀναφάλακρος μακροπρόσωπος 
εὐθύριν ἦς ἀριστερὸν τετρημένον πυροῦ̣ ἀρτάβας 
τεσσαράκοντα ἓξ  κ̣ριθῆς ἑξήκοντα ἐνέα , ἴσο̣υ[ς] 
ἀτό̣κους, ὧν ἀπόδ̣ο̣σιν <ποιησάτω> ἐν μηνὶ Παχὼν τ(ο)ῦ αὐτ̣οῦ 
ιε´ (ἔτους), <καὶ> ἀποτεισάτω ἑκαστω <ἀρτάβης> πυροῦ ἧς ἐὰν μὴ ἀπ̣ο̣[δῶι] 
χ̣α̣λ̣κ̣οῦ δραχμὰς δισχιλίας τετρακοσίας , κριθῆ[ς] 
χιλίας τετρακοσίας , καὶ (ἑβδόμην) μερίδα τῶν γ̣[ε-]
νημάτων πάντων· τὸ δὲ δάνειον τοῦτο 
ἀποδότω οἱ δεδανεισμένος Ὥρωι ἐ̣ν μηνὶ 
Παχὼν τοῦ αὐτοῦ (ἔτους) <καθαρὸν> ἀπὸ παντὸς κα̣[ὶ] 
ἀποκαθεσταμένον εἰς οἶκον <ἐν> τοῖς πεδίοι̣[ς] <ἰδίοις> 
ἀνηλώμασι μέτρῳ ᾧ καὶ παρείληφε̣ν̣· 
ἐὰν δὲ μὴ ἀποδωσιν ἐ̣ν τῷ ὡρισμένῳ 
χρόνωι ἢ μὴ ποιωσιν καθὰ γέγραπται ἀπ̣[ο-]
τεισάτω ἐν τῷ ἐχομένωι μηνὶ παραχρ̣ῆ̣[μα] 
ἡμιόλιον ἢ τὴν ἐσομένην ἐν τῇ ἀγορᾶι 
τειμήν, καὶ ἡ πρᾶξις ἔστω Ὥρῳ ἐκ τοῦ 
δεδανεισμένου καὶ ἐξ ἑνὸς  καὶ ἑκάστο̣υ 
αὐτῶ̣ν καὶ ἐξ οὗ ἂν αἱηραται καὶ ἐκ τῶν 
ὑπαρχόντων αὐτῷ πάντων πράσσοντι 
καθάπερ ἐκ δίκης. 
Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρη(μάτικα). 
v
ἐδάνεισεν Ὧρος Ὥ̣ρ̣ου Ὥρωι Νε̣χ̣ούτου.   

Translations