Copy of a ’Homological’ Deed of Renunciation, at the Office of the Agoranomus

Modal Title

This is a modal dialog created using the <dialog> element and Tailwind CSS.


      
5
TM: 1 HGV: 1 DDB: p.adl;;G2
Material: Papyrus
Datierung: -0124-08-22
Ort: Pathyris
Subjekt: Kopie Homaloge Urkunde Verzicht Eintreibung (Schuld) Geld Namen

Texts

124BC Pathyris  
ἀντίγραφον ὁμολογίας. 
ἔτους μϛ´ Μεσορὴ δ´ ἐν̣ Π̣αθύρε̣[ι ἐφʼ Ἡλιοδώρου ἀγορανόμου]. 
ὁμολογεῖ Πανερεῦς Γούν̣σιος Π̣[έρσης καὶ Σενενοῦπις Φίβιος] 
Περσίνηι μετὰ κυρίου το̣ῦ ἑαυτῆς̣ [ἀνδρὸς(?) Πανερεῦτος τοῦ] 
προγεγραμμένου, Πανεβχούν̣[ει καὶ Ὥρωι καὶ Φίβει καὶ(?)] 
Πασήμει τ̣οῖς τεσσαρασι  τῶν [ἐκ Παθύρεως Πέρσαις τῶν προσ-]
γράφων ἀφ̣ίστασθαι ἀπὸ τῶν ὑπ̣[οτεθειμένων σὺν Θαΐβει] 
Φίβιος τῆι τούτων μητρὶ κ[ατὰ συγγραφὴν ὠνῆς ἐν πίστει διὰ τῶν] 
περὶ τὸν Πανεβχοῦνις ἐκτελ[ειωθεῖσαν(?) τῶι .. (ἔτει) ἀντὶ] 
ὀφειλημά̣τ̣ω̣ν̣, οὐκ ἐπελευσομ̣έ[νους τὸν Πανερέα καὶ τὴν] 
Σενενοῦπι̣ν̣ περὶ ὀφειλημάτ[ων μηδὲ περὶ ἄλλου μηδενός]. 
ταῦτα δ̣[ὲ] μὴ ἐξέστωι Πα̣ν̣ε̣ρ̣[εῖ καὶ Σενενούπει μὴ] 
ἐπιπορεύεσθαι ἐπὶ τὰ ἐν[έχυρα] μι̣δεν[ό]ς. 
ὅς ἄν ἐπέλθηι ἢ ἄλλος τ̣[ις] ὑπὲρ αὐτ̣ῶν 
ἐπὶ τοὺς περὶ τὸν Πανεβχοῦν[ιν] ἀποτεισάτω 
ἐπ̣ίτιμον παραχρῆμα [χαλ]κοῦ (τάλαντα) εἴκοσι  
καὶ ἱερὰς τοῖς βασιλεῦσι [ἀργυρί]ου ἐπισήμου 
δραχμὰς τριακοσίας . ἡ δὲ ὁμολ[ογία]ι ἥδε κυρίαι 
ἔστωι πανταχοῦ οὗ ἂν ἐπιφέ̣ρ̣[ηται]. 
Ἄρειος ὁ παρʼ Ἡλιοδ̣[ώ]ρ̣[ο]υ̣ κεχ[ρη(μάτικα)].   

Translations