107BC Krokodilon r ἔτους ι´ Χοίακ κϛ´ ἐν Κροκοδίλων πόλει ἐπὶ Πανίσκου ἀγορανόμου τῆς ἄνω το- παρχίας τοῦ Παθυρίτου. κατέβαλεν Πανεβχοῦνις Τοτοέους καὶ Πετε- αρσεμθεὺς ὁ τούτου υἱὸς τῶν ἐκ Παθύρεως Χαιρήμονι Πανίσκου τῶι καὶ Ἐριενούφει Ψεμμίνιος Πέρσηι τῶν μισθοφόρων ἱππέων χαλκοῦ δραχμὰς τετρακισχιλίας πεντακοσίας τὰς ἐπιβληθείσας αὐτοῖς <ἀπὸ> συγγραφῆς δανείου, ἧς ἔθετο Πατοῦς Ὥρου ὁ τῆς τοῦ προγεγραμμένου Πανεβχούνιος μητρὸς πατρὴ Νεάνδρῳ Νεάνδρου τῶι τῆς Χαιρήμονος μητρὸς πατρὶ διὰ τοῦ ἐν τῆι Κροκοδίλων πόλει ἀρχείου τοῦ λγ´ (ἔτους) Χοίακ α´ ἐπὶ Πτολεμαίου ἀγορανόμου, ὁμοίως δὲ καὶ ἀπὸ τοῦ ἐπιβάλ- λοντος μέρους Σεννήσει τῆι τοῦ Πατοῦτος θυγατρὶ τοῦ δηλουμένου δανείου ὅ ἐστιν χα(λκοῦ) (δραχμὰς) τρισχιλις ἑξακο- σίας , τὸ δὲ πᾶν χαλκοῦ (τάλαντον) ἓν δραχμὰς δισχ(ιλ)ίας ἑκατὸν καὶ παρὼν ἐπὶ τοῦ ἀρχείου ὁ Χαιρήμων ἀνωμολογήσατο ἀπέχειν τὸ τοῦ χα(λκοῦ) (τάλαντον) α´ (δραχμὰς) ͵Βρ´ καὶ μηδὲν ἐγκαλεῖν αὐτοῖς περὶ τῆς τοῦ δανείου δηλουμένης συγγραφῆς παρευρέσει ἡιτινιοῦν. Πανίσκος κεχρη(μάτικα). (ἔτους) ι´ Χοίακ κϛ´. v ἔτους ι´ Χοίακ κϛ´. κατέβα(λεν) Πανεβχοῦνις καὶ Πετεαρσεμθεὺς ὁ υἱὸς Χα[ι]ρήμονι χα(λκοῦ) (τάλαντον) α´ <(δραχμὰς)> ͵Βρ´.