Kaufvertrag über zwei Grundstücke (Agoranomisches Protokoll)

Modal Title

This is a modal dialog created using the <dialog> element and Tailwind CSS.


      
1
TM: 80 HGV: 80 DDB: p.lips;1;1
Material: Papyrus
Datierung: -0104-09-05
Ort: Pathyris
Subjekt: Vertrag Kauf (Sicherung) Land Agoranome

Texts

104BC Pathyris 
[Reprinted from: .] cfPGrenf2,28  
r
βασιλευόντων Κλεοπάτρας <καὶ> βασιλέως Πτολεμαίου ἐπικαλουμένου Ἀλεξάνδρου τοῦ υἱοῦ Θεῶν Φιλομητόρων Σωτήρων 
ἔτους ιγ´ τοῦ καὶ ι´ ἐφʼ ἱερείων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν μηνὸς Μεσορὴ κγ´ ἐν Παθύρει ἐφʼ Ἑρμίου 
τοῦ παρὰ Πανίσκου ἀγορανόμου. ἀπέδοτο Πετεαρσεμθεὺς Πανοβχούνιος Πέρσης τῆς ἐπιγονῆς ὡς (ἐτῶν) λ´ εὐμεγέθης 
μελί(χρως) ὑπόκλαστος μακροπρ(όσωπος) εὐθύριν οὐλὴ ὀδόντι καὶ παρʼ ὀφθαλμὸν ἀριστερὸν τὴν ἐπιβάλλουσαν αὐτῷ τετάρτην μερίδα 
ἀμπελωνα συνφύτου τοῦ ὄντος ἐν τῇ ταινίᾳ Παθύρεως καὶ πάντων τῶν φυομένων δένδρων καὶ πέμπτην μερίδα 
γῆς σιτοφόρου ἐν τῷ ἀπὸ βορρᾶ καὶ λιβὸς τοῦ ἀμπελῶνος συναπτουσαι ἐν τῇ αὐτῇ ταινίᾳ <ὑπαρχούσης αὐτῷ> καὶ τοῖς ἀδελφοῖς ἀδιαιρέτου, 
ὧν γείτονες νότου ἀμπελὼν Ταθώτιος τῆς Φίβιος, βορρᾶ γῆ Πατοῦτος τοῦ Ὥρου καὶ τῶν ἀδελφῶν, ἀπηλιώτου περίβολος 
τῶν ἀμπελώνων, λιβὸς περίχωμα, ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν. ἐπρίατο Σεννῆσις Ψενθώτου Περσίνη ὡς (ἐτῶν) κε´ 
ἐλάσσω(ν) μελί(χρως) κάκοψις μετὰ κυρίου τοῦ ἑαυτῆς ἀδελφοῦ Πετεαρσεμθευς Πανοβχούνιος τοῦ πωλουμένου τιμῆς τῆς 
συνχωρηθείσης χαλκοῦ (ταλάντου) α´ (δραχμῶν) ͵Εφ´. προπωλητὴς καὶ βεβαιωτὴς τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Πετεαρσεμθεὺς 
ὁ ἀποδόμενος, ἡν ἐδέξατο Σεννῆσις ἡ πριαμένη. 
v
ὠνὴ Πετεαρσεμθέως.   

Translations