104BC Pathyris [Reprinted from: sb.3.6645] SB3,6645;tripl=PAdlG7&G8 βασιλευόντων Κλεοπάτρας καὶ βασιλέως Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου τοῦ υἱοῦ θεῶν Φιλομ[ητ]όρων ἔτους ιγ´ τοῦ καὶ ι´ ἐφʼ ἱερείων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν, μηνὸς Παῦνι ιη´, ἐν Παθύρε[ι] ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου. ἀπέδοτο Θαίβις Φίβιος Περσίνη ὡς (ἐτῶν) νη´, μέση μελίχρω(ς) μακροπρόσω(πος) εὐθύριν ὑπόσκνιφος, μετὰ κυρίου τοῦ [ἑ]αυτῆς ἀδε[λφ]οῦ Παοῦς πρεσβύτερος Πατοῦτος τοῦ Φαγώνιος Πέρσου ὡς (ἐτῶν) λε´, μέσου μελίχρω(τος) ὑποκλάστου μακροπροσώ(που) εὐθυρίνου ἀ[σή]μου, ἀπὸ τοῦ ὑπαρχόντος αὐτῇ ἔδαφος φοινικῶνος φυομένων τοῦ ὄντος ἐν τῷ ἀπὸ ἀπηλιώ(του) μέρει Παθύρεως τὸ [ἐ]πι- βάλλον Πασῆμι Νεχούτου τῶι ἑαυτῆς υἱοῦ μέρος ἕκτον, ἧς γείτονες νότου τὸ μέρος φοινικῶνος Πανερεῦτ̣[ο]ς, βορρᾶ καὶ ἀπηλιώ(του) Ὥρου τοῦ {του} Νεχούτου, λιβὸς διῶρυξ ἢ οἱ ἂν ὧσι γείτονες πάντοθεν. ἐπρίατο Φῖβις καὶ Ὧρο[ς] οἱ δύο τῶν Νεχούτου τῶν ἐκ Θαίβιος τῆς Φίβιος ἴσην τρίτην μερίδα χαλκοῦ τάλαντα δύο δραχμὰς τετρακισχιλ[ί]ας . προπωλήτρια καὶ βεβαιώτρια τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Θαίβις ἡ ἀποδομένη οὓς ἐδέξαντο Φῖβις καὶ Ὧρος οἱ πριάμενοι. paragraphos Ἑρμίας ὁ παρ`ὰ´ Πανίσκου κεχρη(μάτικα) AD365 Oxyrhynchite [Reprinted in: p.mil.1.2rptripl] PMil 1,2rptripl