Aufhebung eines Sicherungskaufes

Modal Title

This is a modal dialog created using the <dialog> element and Tailwind CSS.


      
1
TM: 57 HGV: 57 DDB: bgu;6;1260
Material: Papyrus
Datierung: -0101-02-19
Ort: Pathyris
Subjekt: Vertrag Aufhebung Kauf Land

Texts

102BC Pathyris  
r
ἔτους ιϛ´ τοῦ καὶ ιγ´ Μεχεὶρ ε´ ἐν Παθύρει ἐφʼ Ἑρμίου 
τοῦ παρὰ Πανίσκου ἀγορανόμου 
ἀφίστατα̣ι̣ Νεχθανοῦπις Πατσεοῦτος Πέρσης ὡς (ἐτῶν) νε´ 
καὶ οἱ τούτου υἱοὶ ἀπὸ τῆς πεπραμένης αὐτοῖς 
ὑπὸ Πετεαρσεμθεία Πανοβχούνιος γῆς σιτοφόρου 
ἐν τῷ περὶ Παθύρειν πεδίωι ἀρουραν μίαν , ἧς γείτο(νες) 
νότου γῆ Πατοῦτος τοῦ Ὥρου καὶ τῶν ἀδελφῶν, βορρᾶ 
γῆ Χενσθώτου τοῦ Ἁρπαήσιος, ἀπηλιώ(του) γῆ Λέους 
καὶ τῶν μετόχων, λιβὸς περίχωμα ἢ οἳ ἂν ὦσι γείτονες 
πρὸς χαλκοῦ τάλαντα τρεία · οἳ καὶ παρόντες ἐπὶ τοῦ 
ἀρχείου ἀνομολογήσαντο Νεχθανοῦπις καὶ οἱ τού-
του υἱοὶ ἀπέχειν τὴν λύτρα τῆς σημαινομένης 
ἀρουραν μίαν , καὶ μὴ ἐπελεύσασθαι Νεχθανοῦ(πιν) 
κα[ὶ] τοὺς τού[τ]ου υἱο[ὺ]ς μηδʼ ἄ[λλ]ον τινὰ τῶν παρʼ αὐτῶν 
ἐπὶ τὸν Πετεαρσεμ[θ]εία μη[δʼ ἐ]πʼ ἄλλον τ[ι]νὰ τῶν π[α]ρʼ αὐ-
τοῦ περὶ τῶν σημαινομένων τ[αλ]άντων, εἰ δὲ μὴ 
ἥ τʼ ἔφοδος τῶι ἐπιπορευομένωι ἄκυρος ἔστω καὶ προσ-
αποτεισάτω ὁ ἐπελθὼν ἐπίτιμον παραχρῆμα 
χαλκοῦ τάλαντα ἓξ  καὶ ἱερὰς βασιλεῦσι ἀργυρίου 
ἐπισήμου δραχμὰς ρκ´ καὶ μηθὲν ἧσσον κύριον 
εἶναι {κατὰ} τὰ προγεγραμμένα. 
paragraphos 
Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρη(μάτικα) 
- - - - - - - - - -  
v
ἐπίλυσις 
Πετεαρσεμθεία 
Πανοβχού(νιος) 
γῆς ἀρού(ρης) α´ ἧς πέπρα(ται) 
Νεχθανοῦ(πις) Πατσεοῦτος 
καὶ οἱ τούτου υἱοί.   

Translations