’Homological’ Deed of Renunciation, at the Office of the Agoranomus

Modal Title

This is a modal dialog created using the <dialog> element and Tailwind CSS.


      
1
TM: 14 HGV: 14 DDB: p.adl;;G14
Material: Papyrus
Datierung: -0100-10-29
Ort: Pathyris
Subjekt: Urkunde (Übereinstimmung) Verzicht Land Aruren Lage Geld Namen

Texts

100BC Pathyris  
r
ἔτους ιε´ Φαῶφι ιγ´ ἐν Παθύρει ἐφʼ Ἑρμίου [τοῦ] 
παρὰ Πανίσκου ἀγορανό̣μ̣ο̣υ̣. 
ὁμολογεῖ Κολλ̣ο̣ύ̣θ̣η̣ς̣ Φ̣[αγή]ριος Πέρ̣σ̣η̣ς̣ τ̣ῆ̣ς̣ 
ἐπιγονῆς Ὥρωι Ν[εχού]θ̣ου Πέρσης ἀφί[σ]τ̣[ασθαι] 
καὶ μὴ ἐπελεύ̣[σεσ]θ̣[α]ι ἀπὸ τῆς ὑπαρχο̣ύ̣-
σης αὐτῷ γῆ̣ς ἠπ̣(είρου) [σιτ]ο̣φόρου τῆς̣ οὔσης̣ 
ἐν τῷ π̣ε̣[ρ]ὶ̣ Π̣αθύ[ρει]ν̣ πεδίωι ἀρουρ̣ῶ̣ν̣ τ̣[ριῶν]  
τῶν ἐν ἀ̣ρ̣ούρ̣αι̣ς̣ ἑ̣π̣τ̣ὰ̣  κ̣α̣ὶ̣ τ̣ο̣ῦ̣ π̣ρ̣ο̣σ̣[όν]τ̣[ος χα-]
λάσματος ἐν σφραγῖσι δυσίν , ὧν γείτονε̣[ς] 
μιᾶς  μὲν νότου γῆ Πατήφιος, βορρᾶ γῆ 
Πακοίβιος διὰ τῶν Φίβιος υἱῶν, ἀπηλιώ(του) ὁδ[ὸς] 
βασιλική, λιβ[ὸς] γ̣ῆ Ψεμ̣μώ(νθου) τ̣ο̣ῦ̣ Πα̣ν̣ε̣χ̣άτ̣[ου] 
καὶ τῶ(ν) μετόχων, τὴν δʼ ἄλλην νότου γῆ 
Πακοίβιος, βορρᾶ γῆ Ταθώτιος, ἀπηλιώ(του) ὁδὸς βα(σιλική), 
λιβὸς γῆ Πορεγέβθιος καὶ Παῶτος, ἢ οἳ ἂν̣ 
ὦσι γ̣είτονες τῶν δύο  σφρα(γίδων), ἧς ἐτελ̣ε̣ι̣ώ̣(θη) 
ὠνῆς ἀποστασίου ἐν τῷ ιδ´ (ἔτει) Φαῶφι ι´ 
εἰς τὸ ἐνλιπὸν μοι ἄπρατον γῆς ἀρου(ρῶν) γ´, 
καὶ μὴ ἐπελεύσασθαι μήτʼ αὐτὸν 
Κολλουθης μήδ̣ʼ ἄλλον μηδ̣ένα ὑπὲρ αὐτ̣[οῦ] 
ἐπὶ τὸν Ὧρον μήδʼ ἐπʼ ἄλλον μηδένα τῶ[ν] 
παρʼ αὐτοῦ περὶ τῶν ἀρου(ρῶν) γ´, εἰ δὲ μὴ ἥ τʼ [ἔ-]
φοδος τῶι ἐπιπορευομένωι ἄκυρος ἔστ[ω], 
καὶ προσαποτεισάτω ὁ ἐπελθὼν ἐπίτ(ιμον) 
παραχρῆμα χα(λκοῦ) (τάλαντα) ϛ´ καὶ ἱερὰς βα(σιλεῦσιν) ἀργυ(ρίου) ἐπι-
σήμου (δραχμὰς) ρκ´ καὶ μηθὲν ἧσσον ἐπάναγ-
κον αὐτῷ ἔστω ποιεῖν κατὰ <τὰ> προγεγρα(μμένα). 
Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρη(μάτικα). 
v
ὁμολογία Ὥρου Νεχού(θου) 
παρὰ Κολλο̣υθης Φαγήριος 
γῆς ἀρο̣υ(ρῶν) γ´.   

Translations