keiner

Modal Title

This is a modal dialog created using the <dialog> element and Tailwind CSS.


      
1
TM: 68 HGV: 68 DDB: p.grenf;2;24
Material: Papyrus
Datierung: -0105-02-01
Ort: Krokodilopolis (Pathyrites)
Subjekt: Vertrag Darlehen Wein

Texts

105BC Krokodilon  
r
ἔτους ιβ´ τοῦ καὶ ἐνάτου Τῦβι ιϛ´ 
ἐν Κροκοδίλων πόλει ἐπὶ Πανίσκου 
ἀγορανόμου τῆς ἄνω τοπ(αρχίας) τοῦ Παθυρίτου. 
ἐδάνεισεν Πετεαρσεμθεὺς 
Πανεβχούνιος τῶν ἐκ Παθύρεως 
Ψεμμενχῆι Νεχούθου τοῦ 
Πβούκιος Πέρσηι τῆς ἐπιγονῆς 
τῶν ἐκ τῆς αὐτῆς Παθύρεως 
οἴνου κεράμια ἓξ  ἄτοκα. τὸ δὲ 
δάνειον τοῦτο ἀποδότω Ψεμμεν-
χῆς Πετεαρσεμθεῖ ἐμ μηνὶ 
Μεσορὴ τοῦ προκ(ειμένου) (ἔτους) `παρὰ λη(νὸν)´ οἴνου γλεύκους 
μέτρωι τετραχόωι, καὶ παρε-
χέσθω μόνιμον καὶ ἀρεστὸν 
ἕως Ἁθὺρ λ´ τοῦ ιγ´ τοῦ καὶ δεκάτου (ἔτους). 
ἐὰν δὲ μὴ ἀποδῷ ἢ μὴ ποιῆι 
ἐν τῶι ὡρισμένωι χρόνωι καθότι 
προγέγραπται, ἀποτεισάτω ἐν τῶι 
ἐχομένωι μηνὶ παραχρῆμα 
ἀντὶ τῶν προκειμένων 
τοῦ οἴνου κ(εραμίων) ϛ´ οἴνου κεράμια 
ἔννεα . ἡ δὲ πρᾶξις ἔστω 
Πετεαρσεμθεῖ ἐκ τοῦ δεδανεισ-
μένου Ψεμμενχεοῦς καὶ ἐκ τῶν 
τούτωι ὑπαρχόντων πάντων, 
πράσσοντι καθάπερ ἐγ δίκης. 
paragraphos 
Πάνισκος κεχρη(μάτικα). 
v
ἐδά(νεισεν) Πετεαρσ(εμθεὺς) 
Ψενμενχῆι οἴνου 
κεράμια ϛ´   

Translations