keiner

Modal Title

This is a modal dialog created using the <dialog> element and Tailwind CSS.


      
1
TM: 86 HGV: 86 DDB: p.lond;3;881
Material: Papyrus
Datierung: -0108-03-10
Ort: Pathyris
Subjekt: Vertrag Kauf Land

Texts

AD144 Soknopaiou Nesos 
[Reprinted in: p.lond.3.881] PLond 3,881  

108BC Pathyris 
[Reprinted from: chr.mitt.153] pg11-12;MChr153  
(ἔτους) θ´ Μεχεὶρ κγ´. 
ἀπέδοτο Πμόις Θοτορ-
ταίου (πέμπτον) μέρος ἀπὸ 
(τετάρτου) μέρους γῆς καλου(μένης) 
Τέλωνος, ἐπρίατο 
Πετεαρσεμθεῦς 
καὶ οἱ ἀδ(ελφοὶ) ὄντες δ´ 
τῶ(ν) Π̣α̣ν(οβχούνιος) χα(λκοῦ) (ταλάντων) γ´. 
βασιλευόντων Κλεοπάτρας καὶ βασιλέως Πτολεμαίου θεῶν Φιλομητόρων Σωτήρων 
ἔτους θ´, ἐφʼ ἱερείως βασιλέως Πτολεμαίου θεοῦ Φιλομήτορος Σωτῆρος Ἀλεξάνδρου 
καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων 
καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεοῦ Φιλομήτορος καὶ θεοῦ Φιλοπάτορος Νέου 
καὶ θεοῦ Εὐεργέτου καὶ θεῶν Φιλομητόρων Σωτήρων ἱεροῦ πώλου Ἴσιδος μεγάλης μητρὸς 
θεῶν, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος, κανηφόρου Ἀρσινόης Φιλαδέλφου, ἱερείας Ἀρσινόης 
Φιλοπάτορος τῶν ὄντων ἐν Ἀλεξανδρείαι, 
ἐν δὲ Πτολεμαίδι τῆς Θηβαίδος ἐφʼ ἱερείων καὶ ἱερισσῶν καὶ κανηφόρου τῶν ὄντων 
καὶ οὐσῶν μηνὸς Μεχεὶρ κγ´ ἐν Παθύρει ἐπὶ Σώσου ἀγορανόμου. 
ἀπέδοτο Πμόις Θοτορταίου Πέρσης τῶν προσγράφων ὡς (ἐτῶν) μ´ μέσος μελίχρως 
τετανὸς μακροπρόσωπος εὐθύριν τὴν ὑπάρχουσαν αὐτῷ πέμπτην μερίδα 
ἀπὸ τετάρτης μερίδος τῆς ὅλης γῆς ἠπ(είρου) σιτοφόρου ἐν τῷ περὶ Πάθυριν πεδίῳ (ἄρουραν) α´ δ 
καὶ τοῦ ἐπιβάλλοντος χαλάσματος ἀπὸ (ἀρουρῶν) κε´ καλουμενη Τέλωνος, γείτονες τῆς 
μερίδος νότου γῆ καὶ ἀμπελὼν Ταθώτ̣ιος, βορρᾶ γῆ Πατοῦτος τοῦ Ὥρου καὶ τῶν ἀδελφῶν, 
ἀπηλιώτου ἀμπελὼν Κάνωπος καὶ τῶν ἀδελφῶν, λιβὸς διῶρυξ `χῶμα´ ἢ οἳ ἂν ὦσι ἐάν τι ἄλλο 
χάλασμα μετὰ τὴν (ἄρουραν) α´ δ κυριεύσουσι 
γείτονες πάντοθεν. ἐπρίατο `Κοβαεθῆσις καὶ´ Πετεαρσεμθεῦς 
καὶ Πετεσοῦχος καὶ Φαγῶνις καὶ Ψεννῆσις τῶν 
Πανοβχούνιος χα(λκοῦ) (ταλάντων) γ´. προπωλητὴς καὶ βεβαι-
ωτὴς Πμόις ὁ ἀποδόμενος ὃν ἐδέξατο Πετεαρ-
σεμθεῦς καὶ οἱ ἀδελφοὶ οἱ πριάμενοι. 
paragraphos 
Ἑρμί(ας) ὁ παρὰ Σώ(σου) κεχρη(μάτικα). 
...    

Translations