Hauskauf

Modal Title

This is a modal dialog created using the <dialog> element and Tailwind CSS.


      
1
TM: 79 HGV: 79 DDB: p.koeln;1;51
Material: Papyrus
Datierung: -0099-11-20
Ort: Pathyris
Subjekt: Urkunde Kauf (Haus) Personenbeschreibung Beschreibung des Hauses Namen

Texts

99BC Pathyris  
r
βασιλευόντων Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου καὶ Βερενίκης τῆς ἀδελφῆς θεῶν Φ[ιλομητόρων] 
ἔτους ιϛ´ ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν μηνὸς Ἁθὺρ ε´, ἐν Παθύρει ἐφʼ Ἑρμ[ίου τοῦ παρὰ] 
Πανίσκου ἀγορανόμου. ἀπέδοτο Πελαίας Ψενθώτου Πέρσης, τῆς ἐπιγονῆς, ὡς (ἐτῶν) ν´, μέσος, μελίχ̣ρ[ως, τετανός], 
μακροπρόσω(πος), εὐθύριν, τὴν ὑπάρχουσαν αὐτῷ οἰκίαν ᾠκοδομημένην καὶ ἐστεγασμένην, δίστε[γον καὶ τε-]
θυρωμένην, καὶ τῆς προσουσης αὐλης καὶ τὴν εἰσοδου καὶ ἐξοδου τῆς οὐσης ἐν τῇ μέσῃ μερίδι Παθύρεω̣[ς], 
ἧς γείτονες νότου καὶ ἀπηλιώ(του) οἰκία Ἐριέως τοῦ Πατοῦτος, βορρᾶ οἰκία Ἰμούθου τοῦ ἀδελφοῦ, λιβὸς οἰκία Σιεπμοῦτος 
καὶ την εἰσοδον ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν. ἐπρίατο Πετεαρσεμθεὺς Πανοβχούνιος ὡς (ἐτῶν) λ´· προπωλητὴς 
καὶ βεβαιωτὴς τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Πελαίας ὁ ἀποδόμενος, ὃν ἐδέξατο Πε[τε]αρσεμθεὺς 
ὁ πριάμενος. 
Ἑρμίας ὁ̣ παρ(ὰ) Πανίσκου κεχρη(μάτικα). 
v
ὠνὴ Πεπεαρσε̣[μθέως] 
πρὸς Πελαίαν Ψεν[θώτου]   

Translations