Kaufvertrag über ein Feld (Agoranomisches Protokoll)

Modal Title

This is a modal dialog created using the <dialog> element and Tailwind CSS.


      
1
TM: 81 HGV: 81 DDB: p.lips;1;2
Material: Papyrus
Datierung: -0099-10-07
Ort: Pathyris
Subjekt: Vertrag (Kauf) Land Agoranome

Texts

99BC Pathyris  
βασιλευόντων Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου καὶ Βερενίκης τῆς ἀδελφῆς Θεῶν Φιλομήτορων 
ἔτους ιϛ´ ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν μηνὸς Θωύθ κα´ ἐν Παθύρει ἐφʼ Ἑρμίου 
τοῦ παρὰ Πανίσκου ἀγορανόμου. 
ἀπέδοτο Τιτῶς Πατοῦτος Περσίνη ὡς (ἐτῶν) ξ´ μέση μελίχρω(ς) μακροπρόσω(πος) εὐθύριν μετὰ κυρίου τοῦ ἑαυτῆς πρεσβυ-
τέρου υἱοῦ Ψεννήσιος τοῦ Ἁρσιήσιος Πέρσου τῆς ἐπιγονῆς ὡς (ἐτῶν) ν´ μέσου μελάνχρω(τος) ὑποκλά(στου) ἀναφαλάντου μακροπρ(οσώπου) 
εὐθυρίνου, ὀφθαλμὸν δεξιὸν βεβλαμμενος ἀπὸ τῆς ὑπαρχούσης αὐτῇ καὶ τοῖς ἀδελφοῖς γῆς σιτοφόρου ἀδι-
αιρέτου ἐν τῇ ταινίᾳ Παθύρεως λεγομένης Πκρῶ Κοήτιος τὸ ἐπιβάλλον αὐτῇ μέρος οὗ γείτονες νότου γῆ 
Σλήπιος, βορρᾶ γῆ Πανᾶτος, ἀπηλιώ(του) ποταμὸς, λιβὸς γῆ Ἁ̣ραμῆτος ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν. ἐπρίατο 
Πετεαρσεμθεὺς Πανοβχούνιος ὡς (ἐτῶν) χαλκοῦ δραχμὰς χιλίας διακοσίας . προπωλήτρια καὶ βεβαιώτρια 
τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Τιτῶς ἡ ἀποδομένη ὁν ἐδέξατο Πετεαρσεμθεὺς ὁ πριάμενος. 
Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρη(μάτικα).   

Translations