Sale of Half a Dove - Cote, at the Office of the Agoranomus

Modal Title

This is a modal dialog created using the <dialog> element and Tailwind CSS.


      
1
TM: 11 HGV: 11 DDB: p.adl;;G11
Material: Papyrus
Datierung: -0098-10-14
Ort: Pathyris
Subjekt: Vertrag (Kauf) Taubenschlag Lage Geld Namen Beschreibung (Personen)

Texts

101BC Pathyris  
ἔτους ιζ´ Θῶυθ κη´ 
ἀπέ̣δοτο Πετεσοῦ(χος) 
Φίβιος καὶ οἱ ἀδελφοὶ 
τον ὕπ(αρχον) αὐτοῖς ἥμι̣συ 
περιστερῶ(νος) τοῦ ὄντος̣ 
ἐν τῶι ἀπὸ βορρᾶ μέ(ρει) 
Παθ̣ύ(ρεως) χα(λκοῦ) ͵Γ. ἐπρίατο 
Ὧρος Νε̣χ̣ούτου. 
seal 
βασιλευόντων Κλεο̣πάτρας καὶ βασιλέως Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρ̣ου 
τοῦ υἱοῦ θε̣ῶν Φιλομητόρων ἔτους ιζ´ Θωυθ κη´ ἐν Παθύρει ἐπʼ Ἀμμωνίου τοῦ 
παρὰ Πανίσκου ἀγορανόμου τῆς ἄ̣νω τοπαρχίας. ἀπέδοτο Πετεσοῦχ̣ος Φίβιος 
Πέρσης τῆς ἐπιγονῆς ὡς (ἐτῶν) λ´ εὐμεγέθης μελί(χρως) ὑποκλαστ̣ὸς μακροπρόσωπ̣ος εὐθ̣[ύριν] 
καὶ Πανεβχοῦνις ἀδελφὸς καὶ Ὧρος ἀδελφὸς ὡς (ἐτῶν) κ´ μετὰ κυρίου τοῦ ἑ̣αυτῶν ἀδ[ε]λ̣φοῦ̣ 
Πετεσούχου τοῦ προ̣γεγρα(μμένου) καὶ συμπωλουμένου καὶ Θαῖβις ἀδελφὴ καὶ Σ̣εννῆσις ἀ̣[δελφὴ] 
αἱ δύο  τῶν Φίβιος Πε̣ρ̣σῖναι, συνεπικελευουσα τῆς τούτων μητρὸς Θαυσίριος Πε̣[ρσίνης(?)] 
μετὰ κυρίου Πανεβχο̣ύ̣νιος, ἀπὸ̣ τ̣οῦ ὑπάρχοντος α̣ὐτοῖς πε̣ρ̣ιστερῶνος τοῦ ὄντ[ος] 
ἐν τῶι ἀ̣π̣ὸ βορραῖ μέ(ρει) Π̣αθύρεω̣[ς] τ̣ὸ ἥμισυ· γ̣ε̣ίτο̣νε[ς το]ῦ̣ ὅλου π̣ε̣ρ̣ι̣σ̣[τερῶνος] 
νότου οἰκ̣[ία] Ὥ̣ρου το[ῦ] Νεχούτ̣[ου̣,(?)] β̣ορρᾶ καὶ λιβ̣ὸ̣ς̣ ῥύμη βα̣[σιλικ]ή̣, ἀπηλιώ[του οἰ]κία 
Φίβιο̣[ς τοῦ Νε]χ̣ούτου, ἢ οἳ ἂν ὦ̣[σι γείτονες πά]ντοθεν. ἐ̣πρίατο Ὧρ̣[ος Νε]χ̣ούτ̣[ου] 
Π̣έ̣ρ̣[σ]η̣[ς τῆς ἐπι]γ̣ο̣νῆ̣ς ὡ[ς] (ἐτῶν) [μγ´ μέσος μελίχ]ρ̣ως̣ [ὑποκλαστὸς μ]α̣κροπρ(όσωπος) ε̣ὐθ̣[ύριν χαλκοῦ] 
δραχμῶν̣ τρισχιλίων̣ . προπωληταὶ καὶ βεβ̣[αι]ω̣ταὶ τῶ̣ν κ[ατὰ τὴν ὠνὴν ταύτην] 
πάντων Πετεσοῦ̣χ̣ος κ̣α̣ὶ οἱ ἀδελφοὶ οἱ ἀπο̣[δόμ]ενοι, ο̣ὓ̣ς̣ ἐδέξ̣[ατο Ὧρος ὁ πριάμενος]. 
Ἀμμώ̣[νιος ὁ] παρὰ̣ Π̣α̣νίσ̣κ[ου κεχρη(μάτικα)].   

Translations