Loan, at the Office of the Agoranomus

Modal Title

This is a modal dialog created using the <dialog> element and Tailwind CSS.


      
1
TM: 10 HGV: 10 DDB: p.adl;;G10
Material: Papyrus
Datierung: -0101-06-22
Ort: Pathyris
Subjekt: Vertrag Darlehen Geld Namen Beschreibung (Personen)

Texts

101BC Pathyris  
ctr
ἔτους ιϛ´ τοῦ καὶ ιγ´ Παῦνι θ´ ἐν Παθύρει 
ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου. 
ἐδάνεισεν Ἀγαθῖνος Φιλοξένου τοῦ παρὰ 
Πλάτωνος τοῦ συνγενοῦς καὶ στρατηγοῦ 
καὶ Πατῆς Ποήριος οἱ δύο  Πανᾶτι Πατῆτος 
τῶν ἐκ Παθύρεως Πέρσης τῆς ἐπιγονῆς 
ὡς (ἐτῶν) λ´ εὐμεγέθη̣ς μελίχρως τετανὸς 
μακροπρόσωπος εὐθύριν οὐλὴ φαλάνθῳ ἀριστερῶι 
χαλκοῦ νομίσματος τάλαντα δέκα δύο, (γίνεται) (τάλαντα) ιβ´, 
ἄτοκα, ἡμερῶν τριάκοντα  ἀπὸ μη(νὸς) Παῦνι θ´. 
τὸ δὲ δάνειον τοῦτο ἀποδότω ὁ δεδανεισ-
μένος Πανᾶς Ἀγαθίνωι καὶ Πάτης τοῖς δα(νείζουσιν) 
ἐν μη(νὶ) Ἐπεὶφ εἰκάδος τοῦ αὐτοῦ (ἔτους)· ἐὰν δὲ 
μὴ ἀποδῶι ἐν τῶι ὡρισμένωι χρόνωι ἀπο-
τεισω καθὰ γέγρα(πται) παραχρῆ(μα) ἐπάναγκον· ἡ δὲ 
πρᾶξις ἔστω Ἀγαθίνωι καὶ Πάτης ἐκ τοῦ δεδα-
νεισμενος Πανᾶτος καὶ ἐκ̣ τῶν ὑπαρχόντων 
αὐτων πάντων πράσσοντι καθάπερ ἐγ δίκης. 
paragraphos 
Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρη(μάτικα). 
ms
ἔτους ιϛ´ τοῦ καὶ ιγ´ Παῦν̣ι̣ θ̣´ 
δά(νειον) Ἀγαθίνωι καὶ Πάτης πρὸς 
Πα̣νας Πατῆ̣τ̣ο̣ς̣ χα(λκοῦ) (ταλάντων) ιβ´.   

Translations