127BC Pathyris? ἔτους μδ´ Θωὺθ κη´ ἐν Παθύρει ἐπʼ Ἀσκλη- πιάδου ἀγ[ο]ρανόμου. ἐδάνεισεν Θοτεὺς Κολλούθου Πέρσης τῆς ἐπιγονῆς Τοτοῆι Π[ελ]αίου Πέρσῃ τῆς ἐπιγονῆς καὶ Τακμήιτι Πατοῦτος Περσίνῃ, μετὰ κυρ[ί]ου τοῦ ἑαυτῆς ἀνδρὸς Τοτοῆτο[ς] τοῦ προγεγραμμένου καὶ συνδεδανεισμένου, χαλκοῦ πεντακισχιλίας ἑξακοσίας ἄτοκα εἰς μῆνας τρεῖς . τὸ δε δάνειον τοῦτο ἀποδότωσαν οἱ δεδανεισ- μένοι Θοτεῦτι ἐν μηνὶ Χοίαχ λ´ τοῦ μδ´ (ἔτους). ἐὰν δὲ μὴ ἀποδῶσι ἐν τῶι ὡρισμένωι χρόνωι, ἀπο- τεισάτωσαν παραχρῆμα ἡμόλιον καὶ τοῦ ὑπερπεσόντος χρόνου τόκους διδράχμους τῆς μνᾶς τὸν μῆνα ἕκαστον. ἔγγυοι ἀλλήλω[ν] εἰς ἔκτεισιν τῶν διὰ [το]ῦ δαν[εί]ου γεγραμμένων [πάντω]ν αὐτοὶ [οἱ] δεδανεισ- [μένοι. ἡ δ]ὲ πρᾶξ[ι]ς ἔστω Θοτεῦτι ἐκ τῶν δεδανεισμένων καὶ ἐξ ἑνὸς καὶ ἑκάστου αὐτῶν καὶ ἐξ οὗ ἂν αἱρῆται, καὶ ἐκ τῶν ὑπαρχόν[τ]ων αὐτοῖς πάντων, καθάπερ [ἐ]γ δίκης. Ἄρειος κεχρη(μάτικα).