99BC Pathyris βασιλευόντων Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου καὶ Βερενίκης τῆς ἀδελφῆς θεῶν Φιλομητόρων ἔτους πεντεκαιδεκάτου ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν μηνὸς Παχὼν κϛ´ ἐν Κροκοδίλων πόλει ἐπὶ Πανίσκου ἀγορανόμου τῆς ἄνω τοπαρχίας τοῦ Παθυρίτου. ἀπέδοτο Νεχούτης Σεκοῦτος Πέρσης τῆς ἐπιγονῆς ὡς̣ [ἐ]τῶν οβ´ μέσος μελ[ά(γχρως(?)) τ]ετανὸς μακροπρ[ό]σ̣ω̣(πος(?)) ε[ὐθ(ύριν)] ἀδύνατος τοῖς ὄμμασι ἀπὸ τῆς ὑπαρχούσης αὐτῶι ἐν τῶι ἄνω πεδίωι Κρ̣ο̣κοδίλων π̣ό̣λεως γῆ̣ς̣ ἠ̣π̣(είρου) σιτοφόρου ἀρουρῶν εἴκοσι μιᾶς τῶν ἐν̣ Σω(- - -) ῥοῇ ἀρούρας π̣[έ]ν̣τε ⟦.⟧ τέταρτον , ὧν π̣[α(?)]ρὰ νότου ἐπὶ β̣ο̣ρ̣ρᾶν σ̣[χοι]ν̣ίου ἑν̣ὸς τετάρτου , ἀπ̣η̣λιώτου ἐπὶ λίβα̣ [σ]χοινίων ἑ̣[ξακοσίω]ν τ̣ρ̣ε̣ι̣ς̣ . γείτονε[ς νό]τ̣ου γῆ Ἑ̣ρ̣μ̣ίου τοῦ Σ..[...].ος̣, β̣ο̣ρ̣ρᾶ γῆ Σχώτου τ̣ο̣ῦ̣ Τρύφωνος, ἀπη̣λ̣ι(ώτου) τ̣ὸ λοιπὸν τῆς γῆς, λιβὸς ἡ φέρουσα εἰς τὸ Κρό̣νειον ὁδός, ἢ οἳ ἂν ὦσι γ̣ε̣[ί]τ̣ονες πάντοθεν. ἐπρίατο Ὧρος Νεχούτου Πέρσης τῆς ἐπιγονῆς τῶν ἐκ Παθύ(ρεως) ὡς (ἐτῶν) ν´ μέσος μελί(χρως) τετα(νὸς) ἀναφάλακ(ρος) μακρο- πρόσω(πος) εὐ(θύριν) ὦς ἀρ(ιστερὸν) τετρη(μένον) χαλκοῦ ταλάντων πέντε . προπωλητὴς καὶ βεβαιωτὴς τῶν κατὰ τὴν ὠνὴ̣ν ταύτην πά(ντων) Νεχούτης ὁ ἀποδόμενος, ὃν ἐδέξατο Ὧρος ὁ πριάμενος. Πανίσκος κεχρη(μάτικα). paragraphos